.

ΠΕΡΙ ΓΑΜOY MAΡΤΥΡΙΕΣ (και όχι μόνο)

Πέμπτη 18 Μαρτίου 2010

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΕΠΑΝΑΣΥΣΤΑΣΕΙ ΓΑΜΟΥ ΔΙΑΖΕΥΧΘΕΝΤΩΝ



ΔΙΑΚΟΝΟΣ: Εὐλόγησον, Δέσποτα.

ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε· νῦν καί ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ὅτι μέγας καὶ φοβερὸς ὁ Θεὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

Εἰς τὸν αἰῶνα φυλάξει Κύριος τὸ ἔλεος αὐτοῦ καὶ ἡ διαθήκη αὐτοῦ πιστή.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ· ἡ γὰρ χεὶρ Κυρίου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων αὐτοῦ κατισχύσει αὐτόν.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΔΙΑΚΟΝΟΣ: ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

πὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τῶν ἐπανασυναπτομένων γάμῳ δούλων τοῦ Θεοῦ (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ τοῦ δωρηθῆναι αὐτοῖς βίον ἀλοιδόρητον, πολιτείαν ἄμεμπτον καὶ διαγωγὴν ἀκατάγνωστον, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ δωρηθῆναι αὐτοῖς συμβίωσιν ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ, προκοπὴν ἐν ἔργοις ἀγαθοῖς καὶ ἡμερῶν μακρότητα, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ῥυσθῆναι αὐτούς τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ: τι πρέπει σοι πᾶσα δόξα...

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ: Δέσποτα φιλάνθρωπε, Βασιλεῦ τῶν αἰώνων καὶ Δημιουργὲ τῶν ἁπάντων, ὁ τὸ μεσότοιχον τῆς ἔχθρας καταλύσας καὶ εἰρήνην τῷ γένει τῶν ἀνθρώπων δωρησάμενος, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἔπιδε ἐπὶ τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα) καὶ ἐπίχεε ἐπ᾿ αὐτοὺς τὴν εὐλογίαν σου. Ἐπανάγαγε τὴν διαταραχθεῖσαν εἰρήνην καὶ ἐμφύτευσον εἰς τὰς καρδίας αὐτῶν τὴν πρὸς ἀλλήλους ἀγάπην. Ἐπιδαψίλευσον αὐτοῖς γαλήνην πνευματικὴν καὶ πολιτείαν ἀνεπιβούλευτον, ἵνα, ἐν ψυχικῇ διατελοῦντες γαλήνῃ, ἀπολαύωσι τῶν οἰκείων ἀγαθῶν καὶ δοξάζωσί σε τὸν μόνον τῆς ἀγάπης Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ: Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου ἐνδόξου μεγαλομάρτυρος Προκοπίου, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...

ΧΟΡΟΣ: μήν.